Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.325 Joseph. AJ 2.329 (English) >>Joseph. AJ 2.334

2.327καὶ τὸν Μωυσῆν ᾐτιῶντο πάντων ἐπιλελησμένοι τῶν ἐκ θεοῦ πρὸς τὴν ἐλευθερίαν αὐτοῖς σημείων γεγονότων, ὡς καὶ τὸν προφήτην παρορμῶντα καὶ τὴν σωτηρίαν αὐτοῖς ἐπαγγελλόμενον ὑπὸ ἀπιστίας λίθοις ἐθελῆσαι βαλεῖν παραδιδόναι τε σφᾶς τοῖς Αἰγυπτίοις διεγνωκέναι. 2.328πένθος τε ἦν καὶ ὀδυρμοὶ γυναικῶν καὶ παίδων πρὸ ὀφθαλμῶν ἐχόντων τὸν ὄλεθρον ὄρεσι καὶ θαλάττῃ περικεκλεισμένων καὶ πολεμίοις καὶ φυγὴν οὐδαμόθεν ἐκ τούτων ἐπινοούντων. 2.329

Μωυσῆς δὲ καίπερ ἀγριαίνοντος πρὸς αὐτὸν τοῦ πλήθους οὔτʼ αὐτὸς ἐνέκαμνε τῇ περὶ αὐτοὺς προνοίᾳ καὶ τῷ θεῷ κατεφρόνει τά τε ἄλλα πρὸς τὴν ἐλευθερίαν αὐτοῖς ὅσα προεῖπε παρεσχηκότος καὶ μηδὲ τότʼ αὐτοὺς ἐάσοντος ὑπὸ τοῖς ἐχθροῖς γενομένους δουλεύειν ἀπολέσθαι, 2.330καὶ στὰς ἐν μέσοιςοὐδὲ ἀνθρώποις, εἶπε, καλῶς τὰ παρόντα πεπολιτευμένοις πρὸς ἡμᾶς δίκαιον ἦν ἀπιστεῖν ὡς οὐχ ὁμοίοις ἐσομένοις πρὸς τὰ μέλλοντα, τῆς δὲ τοῦ θεοῦ νῦν ἀπογινώσκειν ὑμᾶς προνοίας μανίας ἔργον ἂν εἴη, 2.331παρʼ οὗ πάνθʼ ὑμῖν ἀπήντηκεν ὅσα διʼ ἐμοῦ πρὸς σωτηρίαν καὶ τὴν ἀπαλλαγὴν τῆς δουλείας οὐδὲ προσδοκῶσιν ὑπέσχετο. μᾶλλον δʼ ἐχρῆν ἀπόρους, ὡς δοκεῖτε, γεγενημένους βοηθὸν ἐλπίζειν τὸν θεόν, οὗ καὶ τὸ νῦν εἰς ταύτην ὑμᾶς περικεκλεῖσθαι τὴν δυσχωρίαν ἔργον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.325 Joseph. AJ 2.329 (English) >>Joseph. AJ 2.334

Powered by PhiloLogic